12070 - Διάβασε ξανά τον Αισχύλο

Ν. Λυγερός

Διάβασε ξανά τον Αισχύλο
και ειδικά τους Πέρσες του
αν νιώθεις ότι δεν έχεις
τις παλαιότερες δυνάμεις σου
γιατί μ’ αυτό το κείμενο
θα καταλάβεις αμέσως
ότι οι Έλληνες δεν γεννήθηκαν
για να γίνουν σκλάβοι
ενός απάνθρωπου συστήματος
δεν ξέρουμε να γονατίζουμε
κι ούτε πρόκειται να μάθουμε
κι αν οι εχθροί μας είναι πολλοί
είναι μόνο και μόνο γιατί ξέρουν
ότι είμαστε σπάνιοι
και πεθαίνουμε δύσκολα
γιατί δίνουμε σημασία
σε μία χούφτα γης,
λίγο θάλασσα και ήλιο
διότι δεν έχουμε
τίποτα άλλο μέσα μας.

“Πέρσαι”, Αισχύλου

ΧΟΡΟΣ
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες, κατὰ πρεσβείαν
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς 5
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
κακόμαντις ἄγαν ὀρσολοπεῖται 10
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
οἴχωκε, νέον δ᾽ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
ἄστυ τὸ Περσῶν ἀφικνεῖται· 15
οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ᾽ ἵππων,
τοὶ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην
πολέμου στῖφος παρέχοντες· 20
οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, 25
τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης
καὶ Μασίστρης, ὅ τε τοξοδάμας 30
ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θ᾽,
ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
Πηγασταγὼν Αἰγυπτογενής, 35
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι. 40
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι,
χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους 45
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάτης
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, 50
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ᾽
ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους
καὶ τοξουλκῷ λήματι πιστούς· 55
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
οἴχεται ἀνδρῶν, 60
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέης τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη 65
στρ. α.
βασίλειος στρατὸς εἰς ἀν-
τίπορον γείτονα χώραν,
– λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας
Ἀθαμαντίδος Ἕλλας, 70
πολύγομφον ὅδισμα
ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων
ἀντ. α.
ἐπὶ πᾶσαν χθόνα ποιμα-
νόριον θεῖον ἐλαύνει 75
– διχόθεν, πεζονόμον τ᾽ ἔκ τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυ-
σογόνου γενεᾶς ἰσόθεος φώς. 80

κυάνεον δ᾽ ὄμμασι λεύσσων
στρ. β.
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θ᾽ ἅρμα διώκων,
ἐπάγει δουρικλύτοις ἀν- 85
δράσι τοξόδαμνον Ἄρη.

δόκιμος δ᾽ οὔτις ὑποστὰς
ἀντ. β.
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
ἄμαχον κῦμα θαλάσσας· 90
ἀπρόσοιστος γὰρ ὁ Περσῶν
στρατὸς ἀλκίφρων τε λαός.

θεόθεν γὰρ κατὰ Μοῖρ᾽ ἐκράτησεν
στρ. γ.
τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις 95
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας
τε κλόνους
πόλεών τ᾽ ἀναστάσεις.

ἔμαθον δ᾽ εὐρυπόροιο θαλάσσας 100
ἀντ. γ.
– πολιαινομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
πίσυνοι λεπτοδόμοις πεί-
σμασι λα- 105
οπόροις τε μηχαναῖς.

δολόμητιν δ᾽ ἀπάταν θεοῦ
μεσῳδ.
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδή-
ματος εὐπετέος ἀνάσσων; 110
φιλόφρων γὰρ _ποτ_ισαίνου-
σα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας Ἄτα,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνα-
τὸν ἀλύξαντα φυγεῖν.

ταῦτά μοι μελαγχίτων 115
στρ. δ.
φρὴν ἀμύσσεται φόβῳ –
ὀᾶ Περσικοῦ στρατεύματος –
τοῦδε μὴ πόλις πύθη-
ται, κένανδρον μέγ᾽ ἄστυ Σουσίδος·

καὶ τὸ Κισσίων πόλισμ᾽ 120
ἀντ. δ.
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπλη-
θὴς ὅμιλος ἀπύων,
– βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς. 125
πᾶς γὰρ ἱππηλάτας
στρ. ε.
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελις-
σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
τὸν ἀμφίζευκτον ἐξαμείψας 130
ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.

λέκτρα δ᾽ ἀνδρῶν πόθῳ
ἀντ. ε.
πίμπλαται δακρύμασιν·
Περσίδες δ᾽ ἁβροπενθεῖς ἑκά- 135
στα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνα-
τῆρ᾽ ἀποπεμψαμένα
λείπεται μονόζυξ.

-ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι 140
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
Δαρειογενής, 145
τὸ πατρωνύμιον γένος ἡμέτερον·
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.

– ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς 150
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ᾽ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.

– ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, 155
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

ΒΑΣΙΛΕΙΑ
ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. 160
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ᾽ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, φίλοι,
μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
ταῦτά μοι μέριμν᾽ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ, 165
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
πρὸς τάδ᾽, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου 170
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

Χο. εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν
μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν _ δύναμις ἡγεῖσθαι θέλῃ·
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. 175

Βα. πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ᾽, ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην
ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. 180
ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους 185
ταὐτοῦ· πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ᾽ ἐμὸς μαθὼν
κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο 190
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ὑπ᾽ αὐχένων
τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα,
ἡ δ᾽ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου
διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ 195
ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτίρων σφε· τὸν δ᾽ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. 200
ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν 205
Φοίβου· φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ᾽· ὁ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας
παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ ἔστ᾽ ἰδεῖν, 210
ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,
κακῶς δὲ πράξας – οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Χο. οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις 215
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,
τὰ δ᾽ ἀγάθ᾽ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ᾽ αἰτοῦ τάδε 220
σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ᾽ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·
εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. 225

Βα. ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ᾽, ὡς ἐφίεσαι,
πάντ᾽ ἐφήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,
εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ᾽ ἐκμαθεῖν θέλω, 230
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός;

Χο. τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

Βα. ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

Χο. πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

Βα. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; 235

Χο. _ καὶ στρατὸς τοιοῦτος _, ἔρξας πολλὰ δὴ Μήδους κακά.

Βα. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

Χο. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

Βα. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;

Χο. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. 240

Βα. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

Χο. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.

Βα. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

Χο. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

Βα. δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι. 245

Χο. ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσῃ πάντα ναμερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

ΑΓΓΕΛΟΣ
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν, 250
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. 255

Χο. ἄνι᾽ ἄνια κακὰ νεόκοτα
στρ. α.
καὶ δάι᾽. αἰαῖ, διαίνεσθε, Πέρ-
σαι, τόδ᾽ ἄχος κλύοντες.

Αγ. ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα· 260
καὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.

Χο. ἦ μακροβίοτος ὅδε γέ τις
ἀντ. α.
αἰὼν ἐφάνθη γεραιοῖς, ἀκού-
ειν τόδε πῆμ᾽ ἄελπτον. 265

Αγ. καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.

Χο. ὀτοτοτοῖ, μάταν
στρ. β.
τὰ πολλὰ βέλεα παμμιγῆ
γᾶς ἀπ᾽ Ἀσίδος ἤλθετ᾽ – αἰαῖ – 270
δᾴαν Ἑλλάδα χώραν.

Αγ. πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

Χο. ὀτοτοτοῖ, φίλων
ἀντ. β.
πολύδονα σώμαθ᾽ ἁλιβαφῆ 275
κατθανόντα λέγεις φέρεσθαι
πλαγκτοῖς ἐν διπλάκεσσιν.

Αγ. οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο
στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.

Χο. ἴυζ᾽ ἄποτμον δαΐοις 280
στρ. γ.
δυσαιανῆ βοάν,
ὡς πάντᾳ πᾶν κακῶς
_ ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος.

Αγ. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·
φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος. 285

Χο. στυγναί γ᾽ Ἀθᾶναι δαΐοις·
ἀντ. γ.
μεμνῆσθαί τοι πάρα·
ὡς πολλὰς Περσίδων μάταν
ἔκτισαν εὐνῖδας ἠδ᾽ ἀνάνδρους.

Βα. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη 290
κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,
τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πόση.
ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων· πᾶν δ᾽ ἀναπτύξας πάθος
λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως· 295
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

Αγ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

Βα. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα 300
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

Αγ. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· 305
Τενάγων τ᾽ ἄριστος Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος Ἀρσάμης τε κἀργήστης τρίτος,
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα· 310
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς, Ἀδεύης, καὶ _ φρεσεύης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, 315
πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ 320
νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς· 325
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.
τοιῶνδ᾽ ἄρ᾽ ὄντων _ὧν_ ὑπεμνήσθην πέρι,
πολλῶν παρόντων ὀλίγ᾽ ἀπαγγέλλω κακά. 330

Βα. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν·
ναῶν πόσον δὴ πλῆθος ἦν Ἑλληνίδων,
ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι 335
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

Αγ. πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος· 340
Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽· ὧδ᾽ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν, 345
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

Βα. ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;

Αγ. ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

Βα. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· 350
τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

Αγ. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ 355
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. 360
ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, 365
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.
ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, 370
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός·
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
δεῖπνόν _τ᾽_ ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ 375
τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης·
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς, 380
πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος.
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· 385
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν _ ἠχῇ κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν εὐφήμησεν, ὄρθιον δ᾽ ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας 390
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
σάλπιγξ δ᾽ ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν. 395
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος 400
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν· Ὦ παῖδες Ἑλλήνων, ἴτε,
ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. 405
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
ἔπαισεν· ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς 410
κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἐμβόλοις χαλκοστόμοις 415
παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
ναυαγίων πλήθουσαα καὶ φόνου βροτῶν, 420
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον.
φυγῇ δ᾽ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
τοὶ δ᾽ ὥστε θύννους ἤ τιν᾽ ἰχθύων βόλον
ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων 425
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ᾽ ὁμοῦ
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.
κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα
στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. 430
εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ ἡμέρᾳ μιᾷ
πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

Βα. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

Αγ. εὖ νυν τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν· 435
τοιάδ᾽ ἐπ᾽ αὐτοῖς ἦλθε συμφορὰ πάθους,
ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

Βα. καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ ἔτ᾽ ἐχθίων τύχη;
λέξον τίν᾽ αὖ φῂς τήνδε συμφορὰν στρατῷ
ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. 440

Αγ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,
ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

Βα. οἲ ᾽γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. 445
ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;

Αγ. νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,
βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.
ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅτ᾽ ἐκ νεῶν 450
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, 455
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἄπο 460
θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·
τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· 465
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
ἵησ᾽ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι 470
πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

Βα. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν
Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· 475
ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
σὺ δ᾽ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
ποῦ τάσδ᾽ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

Αγ. ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην 480
κατ᾽ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·
στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ
. . . . . .
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα 485
καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
βορᾶς ἐδέξαντ᾽· ἔνθα δὴ πλεῖστοι θάνον 490
δίψῃ τε λιμῷ τ᾽· ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξιοῦ πόρον,
Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος,
Ἠδωνίδ᾽ αἶαν· νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς 495
χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο 500
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
μέσον πόρον διῆκε, θερμαίνων φλογί· 505
πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, 510
ἐφ᾽ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ· πολλὰ δ᾽ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

Χο. ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς 515
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

Βα. οἲ ᾽γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε. 520
ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις
ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα,
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν –
ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις, 525
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ
παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους, 530
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

ΧΟΡΟΣ
ὦ Ζεῦ βασιλεῦ, νῦν _γὰ_ρ Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων 535
πένθει δνοφερῷ κατέκρυψας·
πολλαὶ δ᾽ ἁπαλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέους δάκρυσι κόλπους
τέγγουσ᾽, ἄλγους μετέχουσαι. 540
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν
ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
λέκτρων τ᾽ εὐνὰς ἁβροχίτωνας,
χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
πενθοῦσι γόοις ἀκορεστοτάτοις. 545
κἀγὼ δὲ μόρον τῶν οἰχομένων
αἴρω δοκίμως πολυπενθῆ.

– νῦν γὰρ δὴ πρόπασα μὲν στένει
στρ. α.
γαῖ᾽ Ἀσὶς ἐκκενουμένα.
Ξέρξης μὲν ἄγαγεν, ποποῖ, 550
Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ,
Ξέρξης
δὲ πάντ᾽ ἐπέσπε δυσφρόνως
βαρίδεσσι ποντίαις.
τίπτε Δαρεῖος μὲν οὕ-
τω τότ᾽ ἀβλαβὴς ἐπῆν, 555
τόξαρχος πολιήταις,
Σουσίδαις φίλος ἄκτωρ;
πεζοὺς γάρ σφε καὶ θαλασσίους
ἀντ α.
ὁμόπτεροι κυανώπιδες
νᾶες μὲν ἄγαγον, ποποῖ, 560
νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ,
νᾶες
πανωλέθροισιν ἐμβολαῖς,
διὰ δ᾽ Ἰαόνων χέρας.
τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽
αὐτὸν ὡς ἀκούομεν 565
Θρῄκης ἂμ πεδιήρεις
δυσχίμους τε κελεύθους.

τοὶ δ᾽ ἄρα πρωτομόροιο, φεῦ,
στρ. β.
ληφθέντες πρὸς ἀνάγκας, ἠέ,
ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, 570
_στέμβονται·_ στένε καὶ δακνά-
ζου, βαρὺ δ᾽ ἀμβόασον
οὐράνι᾽ ἄχη, ὀᾶ·
τεῖνε δὲ δυσβάυκτον
βοᾶτιν τάλαιναν αὐδάν. 575

γναπτόμενοι δ᾽ ἁλὶ δεινᾷ, φεῦ,
ἀντ. β.
σκύλλονται πρὸς ἀναύδων, ἠέ,
παίδων τᾶς ἀμιάντου, ὀᾶ.
πενθεῖ δ᾽ ἄνδρα δόμος στερη-
θείς, τοκέης δ᾽ ἄπαιδες 580
δαιμόνι᾽ ἄχη, ὀᾶ,
δυρόμενοι γέροντες
τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν
στρ. γ.
οὐκέτι περσονομοῦνται, 585
οὐδ᾽ ἔτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ᾽ ἐς γᾶν προπίτνοντες
ἅζονται· βασιλεία
γὰρ διόλωλεν ἰσχύς. 590

οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν
ἀντ. γ.
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
αἱμαχθεῖσα δ᾽ ἄρουραν 595
Αἴαντος περικλύστα
νᾶσος ἔχει τὰ Περσῶν.

Βα. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον, 600
ὅταν δ᾽ ὁ δαίμων εὐροῇ, πεποιθέναι
τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας.
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα·
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· 605
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
φέρουσ᾽, ἅπερ νεκροῖσι μειλικτήρια, 610
βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε· 615
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα.
ἀλλ᾽, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα 620
Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ᾽ ἐγὼ
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

Χο. βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα 625
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.

ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς· 630
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.

ἦ ῥ᾽ ἀίει μου μακαρίτας
στρ. α.
ἰσοδαίμων βασιλεὺς βάρ-
βαρα σαφηνῆ 635
ἱέντος τὰ παναίολ᾽ αἰανῆ δύσθροα βάγματα;
παντάλαν᾽ ἄχη
διαβοάσω;
νέρθεν ἆρα κλύει μου;

ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι 640
ἀντ. α.
χθονίων ἁγεμόνες, δαί-
μονα μεγαυχῆ
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δ᾽ ἄνω
οἷον οὔπω 645
Περσὶς αἶ᾽ ἐκάλυψεν.

ἦ φίλος ἀνήρ, φίλος ὄχθος·
στρ. β.
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀιδωνεὺς δ᾽ ἀναπομπὸς ἀνίει,
Ἀιδωνεύς, 650
οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.
οὐδὲ γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ
ἀντ. β.
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλῄσκετο Πέρσαις,
θεομήστωρ δ᾽ 655
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

βαλλήν, ἀρχαῖος
στρ. γ.
βαλλήν, ἴθι, ἱκοῦ·
ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, 660
βασιλείου τιήρας
φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

ὅπως αἰανῆ
ἀντ. γ.
κλύῃς νέα τ᾽ ἄχη, 665
δέσποτα δεσποτᾶν φάνηθι.
– Στυγία γάρ τις ἐπ᾽ ἀχλὺς πεπόταται·
νεολαία γὰρ ἤδη
κατὰ πᾶσ᾽ ὄλωλεν. 670
βάσκε πάτερ ἄκακε Δαριάν, οἴ.

αἰαῖ αἰαῖ·
ἐπῳδός.
ὦ πολύκλαυτε φίλοισι θανών,
τί τάδε, δυνάστα, δυνάστα, 675
περισσὰ δίδυμα δὶς γοέδν᾽ ἁμάρτια;
πᾶσαι γᾷ τᾷδ᾽
– ἐξέφθινται τρίσκαλμοι
νᾶες ἄναες ἄναες.

ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ
ὦ πιστὰ πιστῶν ἥλικές θ᾽ ἥβης ἐμῆς 680
Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
λεύσσων δ᾽ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου 685
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
οἰκτρῶς καλεῖσθέ μ᾽· ἐστὶ δ᾽ οὐκ εὐέξοδον
ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ 690
ἥκω· τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;

Χο. σέβομαι μὲν προσιδέσθαι,
στρ.
σέβομαι δ᾽ ἀντία λέξαι 695
σέθεν ἀρχαίῳ περὶ τάρβει.

Δα. ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων
εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

Χο. δίομαι μὲν χαρίσασθαι, 700
ἀντ.
δίομαι δ᾽ ἀντία φάσθαι,
λέξας δύσλεκτα φίλοισιν.

Δα. ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽, εὐγενὲς γύναι,
κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι 705
λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.

Βα. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,
ὡς ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν 710
βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
πάντα γάρ, Δαρεῖ᾽, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ·
διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.

Δα. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει; 715

Βα. οὐδαμῶς· ἀλλ᾽ ἀμφ᾽ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

Δα. τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

Βα. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

Δα. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;

Βα. ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. 720

Δα. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

Βα. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.

Δα. καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;

Βα. ὧδ᾽ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

Δα. φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. 725

Βα. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

Δα. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;

Βα. ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

Δα. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

Βα. πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει – 730

Δα. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

Βα. Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος _ οὐδέ τις γέρων.

Δα. ὦ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.

Βα. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα –

Δα. πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; 735

Βα. ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

Δα. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;

Βα. ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽· οὐκ ἔνι στάσις.

Δα. φεῦ, ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που 740
διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς·
ἀλλ᾽, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν 745
ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ.
θνητὸς ὢν θεῶν τε πάντων ᾤετ᾽, οὐκ εὐβουλίᾳ,
καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ᾽ οὐ νόσος φρενῶν 750
εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

Βα. ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης· λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο 755
ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.

Δα. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω 760
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσ᾽ ἐμπεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρα πάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· 765
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν·
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, 770
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
θρόνοισί τ᾽ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ 775
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽ Ἀρταφρένης.
κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον,
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· 780
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ᾽ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες,
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ᾽ ἔσχομεν, 785
οὐκ ἂν φανεῖμεν πήματ᾽ ἔρξαντες τόσα.

Χο. τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

Δα. εἰ μὴ στρατεύοισθ᾽ ἐς τὸν Ἑλλήνων τόπον, 790
μηδ᾽ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν.
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

Χο. πῶς τοῦτ᾽ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

Δα. κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

Χο. ἀλλ᾽ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. 795

Δα. ἀλλ᾽ οὐδ᾽ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
στρατὸς κυρήσει νοστίμου σωτηρίας.

Χο. πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

Δα. παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν 800
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ᾽ οὔ.
κεἴπερ τάδ᾽ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ
λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.
μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς 805
ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει παθεῖν,
ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· 810
βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽ ἱδρύματα
πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
κρηπὶς ὕπεστιν, ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται. 815
τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. 820
ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις
ὑπερφρονήσας τὸν παρόντα δαίμονα 825
ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι,
πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν, 830
λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
λαβοῦσ᾽ ὑπαντίαζε παιδί. _ πάντα γὰρ
κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι 835
στημορραγοῦσι ποικίλων ἐσθημάτων.
ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως 840
ψυχῇ διδόντες ἡδονὴν καθ᾽ ἡμέραν,
ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

Χο. ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.

Βα. ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακῶν 845
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
ὑπαντιάζειν _ ἐμῷ παιδὶ πειράσομαι. 850 _
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.

Χο. ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
στρ. α.
λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
εὖθ᾽ ὁ γηραιὸς
πανταρκὴς ἀκάκας ἄμαχος βασι- 855
λεὺς ἰσόθεος Δα-
ρεῖος ἆρχε χώρας.
πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
ἀντ. α.
φαινόμεθ᾽, οἱ δὲ νομίσματα πύργινα
πάντ᾽ ἐπηύθυνον. 860
νόστοι δ᾽ ἐκ πολέμων ἀπόνους ἀπα-
θεῖς _πάλιν_ εὖ πράς-
σοντας ἆγον ἐς οἴκους.

ὅσσας δ᾽ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποτα-
μοῖο, 865
στρ. β.
οὐδ᾽ ἀφ᾽ ἑστίας συθείς,
– οἷαι Στρυμονίου πελάγους Ἀχελωίδες εἰσὶ πάροικοι
Θρῃκίων ἐπαύλων, 870

– λίμνας τ᾽ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι
πύργον
ἀντ. β.
τοῦδ᾽ ἄνακτος ἄιον,
Ἕλλας τ᾽ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προ-
ποντίς,
καὶ στόμωμα Πόντου·

νᾶσοί θ᾽ αἳ κατὰ πρῶν᾽ ἅλιον περίκλυστοι 880
στρ. γ.
τᾷδε γᾷ προσήμεναι
– οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος,
Χίος, ἠδὲ Πάρος,
Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ᾽ 885
Ἄνδρος ἀγχιγείτων.

καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους,
ἀντ. γ.
Λῆμνον, Ἰκάρου θ᾽ ἕδος, 890
– καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις,
Πάφον ἠδὲ Σόλους,
Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ᾽ 895
αἰτία στεναγμῶν.

– καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάν-
δρους
ἐπῳδός.
Ἑλλάνων ἐκράτυνε _ σφετέραις φρεσίν. 900
– ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων
παμμείκτων τ᾽ ἐπικούρων.
νῦν δ᾽ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ᾽ αὖ φέρομεν, 905
πολέμοιο
δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν.

ΞΕΡΞΗΣ
ἰὼ ἰὼ,
δύστηνος ἐγὼ στυγερᾶς μοίρας
τῆσδε κυρήσας ἀτεκμαρτοτάτης, 910
ὡς ὠμοφρόνως δαίμων ἐνέβη
Περσῶν γενεᾷ· τί πάθω τλήμων;
λέλυται γὰρ ἐμῶν γυίων ῥώμη.
τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν,
εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν 915
τῶν οἰχομένων
θανάτου κατὰ μοῖρα καλύψαι.

Χο. ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς
καὶ περσονόμου τιμῆς μεγάλης,
κόσμου τ᾽ ἀνδρῶν, 920
οὓς νῦν δαίμων ἐπέκειρεν.

γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου
σάκτορι Περσᾶν· _ ἀγδαβάται γὰρ
πολλοὶ φῶτες, χώρας ἄνθος, 925
τοξοδάμαντες, πάνυ ταρφύς τις
μυριὰς ἀνδρῶν, ἐξέφθινται.
αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς,
Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. 930

Ξε. ὅδ᾽ ἐγών, οἰοῖ, αἰακτός,
στρ. α.
μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
κακὸν ἄρ᾽ ἐγενόμαν.

Χο. νόστου σοι τὰν πρόσφθογγον 935
– κακοφάτιδα βοάν, κακομέλετον ἰὰν
-Μαριανδυνοῦ θρηνητῆρος
πέμψω πέμψω, πολύδακρυν ἰαχάν. 940

Ξε. ἵετ᾽ αἰανῆ καὶ πάνδυρτον
ἀντ. α.
δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ᾽ αὖ
μετάτροπος ἐπ᾽ ἐμοί.

Χο. ἥσω τοι τὰν πάνδυρτον,
ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη, 945
-πόλεως γέννας πενθητῆρος.
_κλάγξ_ω κλάγξω δὲ γόον ἀρίδακρυν.

_Ξε. _ Ἰάων γὰρ ἀπηύρα, 950
στρ. β.
Ἰάων ναύφαρκτος
Ἄρης ἑτεραλκὴς
νυχίαν πλάκα κερσάμενος
δυσδαίμονά τ᾽ ἀκτάν.

Χο.
-οἰοιοῖ, βόα καὶ πάντ᾽ ἐκπεύθου. 955

-ποῦ δὲ φίλων ἄλλος ὄχλος;

– ποῦ δέ σοι παραστάται,
οἷος ἦν Φαρανδάκης,
Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις,
Σουσισκάνης τ᾽, ἠδ᾽ Ἀγαβάτας 960
Ἀγαβάτανα λιπών;

Ξε. ὀλοοὺς ἀπέλειπον
ἀντ. β.
Τυρίας ἐκ ναὸς
ἔρροντας ἐπ᾽ ἀκταῖς
Σαλαμινιάσι, στυφελοῦ 965
θείνοντας ἐπ᾽ ἀκτᾶς.

Χο.
-οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος;

– κἀριόμαρδός γ᾽ ἀγαθός;

– ποῦ δὲ Σευάλκης ἄναξ,
ἢ Λίλαιος εὐπάτωρ, 970
Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
Ἀρτεμβάρης τ᾽ ἠδ᾽ Ὑσταίχμας;
τάδε σ᾽ ἐπανέρομαι.

Ξε. ἰὼ ἰώ μοι,
στρ. γ.
τὰς ὠγυγίους κατιδόντες 975
στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ.

Χο. ἦ καὶ τὸν Πέρσαν αὐτοῦ
τὸν σὸν πιστὸν πάντ᾽ ὀφθαλμὸν
μυρία μυρία πεμπαστὰν 980
Βατανώχου παῖδ᾽ Ἄλπιστον
. . . . .
τοῦ Σησάμα τοῦ Μεγαβάτα,
Πάρθον τε μέγαν τ᾽ Οἰβάρην
ἔλιπες ἔλιπες; ὢ ὢ __ὢ δᾴων. 985
Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

Ξε. ἴυγγά μοι δῆτ᾽
ἀντ. γ.
ἀγαθῶν ἑτάρων ὑπορίνεις,
_ἄλαστ᾽_ ἄλαστα στυγνὰ πρόκακα λέγων. 990
βοᾷ βοᾷ _μο_ι μελέων ἔντοσθεν ἦτορ.

Χο. καὶ μὴν ἄλλους γε ποθοῦμεν,
Μάρδων ἀνδρῶν μυριοταγὸν
Ξάνθην, Ἀρίων τ᾽ Ἀγχάρην,
Δίαιξίν τ᾽ ἠδ᾽ Ἀρσάκην 995
ἱππιάνακτας,
κἠγδαδάταν καὶ Λυθίμναν
– Τόλμον τ᾽ αἰχμᾶς ἀκόρεστον.
ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς 1000
τροχηλάτοις, _οὐκ_ ὄπιθεν ἑπομένους.

Ξε. βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
στρ. δ.

Χο. βεβᾶσιν, οἴ, νώνυμοι.

Ξε. ἰὴ ἰή, ἰὼ ἰώ.

Χο. ἰὼ ἰώ, δαίμονες, 1005
ἔθεσθ᾽ ἄελπτον κακὸν
διαπρέπον, οἷον δέδορκεν Ἄτα.

Ξε. πεπλήγμεθ᾽ οἵᾳ δι᾽ αἰῶνος τύχᾳ·
ἀντ. δ.

Χο. πεπλήγμεθ᾽· εὔδηλα γάρ·

Ξε. νέᾳ νέᾳ δύᾳ δύᾳ· 1010

Χο. Ἰαόνων ναυβατᾶν
κύρσαντες οὐκ εὐτυχῶς.
δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

Ξε. πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
στρ. ε.
τον τάλας πέπληγμαι. 1015

Χο. τί δ᾽ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν;

Ξε. ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

Χο. ὁρῶ ὁρῶ.

Ξε. τόνδε τ᾽ ὀιστοδέγμονα – 1020

Χο. τί τόδε λέγεις σεσωμένον;

Ξε. θησαυρὸν βελέεσσιν.

Χο. βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.

Ξε. ἐσπανίσμεθ᾽ ἀρωγῶν.

Χο. Ἰάνων λαὸς οὐ φυγαίχμας. 1025

Ξε. ἄγαν ἄρειος· κατεῖ-
ἀντ. ε.
δον δὲ πῆμ᾽ ἄελπτον.

Χο. τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

Ξε. πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ. 1030

Χο. παπαῖ παπαῖ.

Ξε. καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

Χο. δίδυμα γάρ ἐστι καὶ τριπλᾶ –

Ξε. λυπρά, χάρματα δ᾽ ἐχθροῖς.

Χο. καὶ σθένος γ᾽ ἐκολούθη – 1035

Ξε. γυμνός εἰμι προπομπῶν.

Χο. φίλων ἄταισι ποντίαισιν.

Ξε. δίαινε δίαινε πῆμα· πρὸς δόμους δ᾽ ἴθι.
στρ. ζ.

Χο. διαίνομαι γοεδνὸς ὤν.

Ξε. βόα νυν ἀντίδουπά μοι. 1040

Χο. δόσιν κακὰν κακῶν κακοῖς.

Ξε. ἴυζε μέλος ὁμοῦ τιθείς.

Χο. ὀτοτοτοτοῖ.
βαρεῖά γ᾽ ἅδε συμφορά.
οἴ, μάλα καὶ τόδ᾽ ἀλγῶ. 1045

Ξε. ἔρεσσ᾽ ἔρεσσε καὶ στέναζ᾽ ἐμὴν χάριν.
ἀντ. ζ.

Χο. αἰαῖ αἰαῖ, δύα δύα.

Ξε. βόα νυν ἀντίδουπά μοι.

Χο. μέλειν πάρεστι, δέσποτα.

Ξε. ἐπορθίαζέ νυν γόοις. 1050

Χο. ὀτοτοτοτοῖ.
μέλαινα δ᾽ ἀμμεμείξεται,
οἴ, στονόεσσα πλαγά.

Ξε. καὶ στέρν᾽ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
στρ. η.

Χο. ἀνία, ἀνία. 1055

Ξε. καί μοι γενείου πέρθε λευκήρη τρίχα.

Χο. ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.

Ξε. ἀύτει δ᾽ ὀξύ.

Χο. καὶ τάδ᾽ ἔρξω.

Ξε. πέπλον δ᾽ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. 1060
ἀντ. η.

Χο. ἀνία, ἀνία.

Ξε. καὶ ψάλλ᾽ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

Χο. ἄπριγδ᾽ ἄπριγδα μάλα γοεδνά.

Ξε. διαίνου δ᾽ ὄσσε.

Χο. τέγγομαί τοι. 1065

Ξε. βόα νυν ἀντίδουπά μοι.
ἐπῳδός.

Χο. οἰοῖ οἰοῖ.

Ξε. αἰακτὸς ἐς δόμους κίε.

Χο. ἰὼ ἰώ Περσὶς αἶα δύσβατος. 1070

Ξε. ἰωὰ δὴ κατ᾽ ἄστυ.

Χο. ἰωὰ δῆτα, ναὶ ναί.

Ξε. γοᾶσθ᾽ ἁβροβάται.

Χο. ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

Ξε. ἠὴ ἠή, τρισκάλμοισιν,
ἠὴ ἠή, βάρισιν ὀλόμενοι. 1075

Χο. πέμψω τοί σε δυσθρόοις γόοις.